Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 12.6 Dem. 12.9 (English) >>Dem. 12.12

12.8ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετʼ ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θρᾴκης ἄρχειν, ὡς ὄντας Ἀθηναίους. ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτʼ ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὔτʼ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μετʼ ἐμοῦ στρατευόμενον ἐφʼ ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρʼ ἐμοῦ πρεσβευταῖς ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δʼ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν. 12.9καίτοι πῶς ἐστὶ τοῦτʼ ἴσον δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δʼ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφʼ ὑμῶν· καὶ Σιτάλκου μὲν ἀποθανόντος, μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς; καὶ ταῦτα σαφῶς εἰδότας ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν φροντίζει τῶν ὑμετέρων. 12.10οὐ μὴν ἀλλʼ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόρᾳ τῷ Κυπρίῳ καὶ Διονυσίῳ τῷ Συρακοσίῳ καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων. ἐὰν οὖν πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρʼ ἐμοῦ τὴν Θρᾴκην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχον. εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδʼ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δʼ ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 12.6 Dem. 12.9 (English) >>Dem. 12.12

Powered by PhiloLogic